Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.15 Dem. 61.20 (English) >>Dem. 61.22

61.18 σημεῖον τῶν ἐνδόξως καὶ φιλανθρώπως ζῆν προαιρουμένων ἐστίν. καίτοι τινὲς ηὐδοκίμησαν ἤδη τῶν τε συμβουλευσάντων ὡς οὐ χρὴ τὰς τῶν τυχόντων ὁμιλίας προσδέχεσθαι, καὶ τῶν πεισθέντων τούτοις· γὰρ πρὸς χάριν ὁμιλοῦντα τοῖς φαύλοις ἀναγκαῖον εἶναι διαβάλλεσθαι παρὰ τοῖς πολλοῖς, διευλαβούμενον τὰς τοιαύτας ἐπιπλήξεις ὑπʼ αὐτῶν τῶν ἐντυγχανόντων δυσχεραίνεσθαι συμπίπτειν. 61.19ἐγὼ δὲ διὰ τοῦτο καὶ μᾶλλον οἶμαί σε δεῖν ἐγκωμιάζειν, ὅτι τῶν ἄλλων ἕν τι τῶν ἀδυνάτων οἰομένων εἶναι τὸ τοῖς ἁπάντων τρόποις ἀρέσκειν, σὺ τοσοῦτο τούτων διήνεγκας ὥστε τῶν χαλεπῶν καὶ δυσκόλων ἁπάντων περιγεγενῆσθαι, τοῦ μὲν συνεξαμαρτάνειν τισὶν οὐδʼ ὑποψίαν ἐνδοὺς τοῖς ἄλλοις, τῆς δὲ πρὸς αὐτοὺς δυσχερείας τῇ τῶν τρόπων εὐαρμοστίᾳ κρατήσας. 61.20πρὸς τοίνυν τοὺς ἐραστάς, εἰ χρὴ καὶ περὶ τούτων εἰπεῖν, οὕτω καλῶς μοι δοκεῖς καὶ σωφρόνως ὁμιλεῖν, ὥστε τῶν πλείστων οὐδʼ ὃν ἂν προέλωνται μετρίως ἐνεγκεῖν δυναμένων, σοὶ πᾶσιν καθʼ ὑπερβολὴν ἀρέσκειν συμβέβηκεν. τῆς σῆς ἀρετῆς σημεῖον ἐναργέστατόν ἐστιν. ὧν μὲν γὰρ δίκαιον καὶ καλόν, οὐδεὶς ἄμοιρος αὐτῶν παρὰ σοῦ καθέστηκεν· δʼ εἰς αἰσχύνην ἥκει, τούτων οὐδʼ εἰς ἐλπίδʼ οὐδεὶς ἔρχεται· τοσαύτην τοῖς μὲν τῶν βελτίστων ὀρεγομένοις ἐξουσίαν, τοῖς δʼ ἀποθρασύνεσθαι βουλομένοις ἀτολμίαν σὴ σωφροσύνη παρεσκεύακεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.15 Dem. 61.20 (English) >>Dem. 61.22

Powered by PhiloLogic